ΚΕΦ. ΙΗ.
τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσὶ, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο.
παράδοσις, καὶ οὕτως ἐπιφέρει κἀκείνην.
Οὐχ ὅτι δὲ μὴ νίπτεσθαι πάντως ἐσπούδαζον οἱ μαθηταί. ἀλλ’ 1 ὅτι τοῦ Κυρίου διδάξαντος αὐτοὺς ἅπαντα ὡς ἔτυχε πράττειν τὰ πρὸς τὴν χρείαν συντελοῦντα τοῦ σώματος, μόνης δὲ ἐπιμελεῖσθαι σφόδρα τῆς ἀρετῆς, θεασάμενοι οἱ Φαρισαῖοι τοῦ νίπτεσθαι οὐ ποιουμένους φροντίδα κατὰ τὸν τοῦ ἐσθίειν καιρὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, τοῦτο ἐνεκάλουν. τι οὖν πρὸς τοῦτο ὁ Κύριος;
Θεὸν, πόρρω αὐτοῦ ταῖς διανοίας ἀπέχουσι· μάτην τὸ εἰς αὐτὸν g σέβας φυλάττειν ἐπαγγελλόμενοι, καὶ προτιμῶντες διδασκαλίας ἀνθρώπων· οὕτω καὶ ὑμεῖς τὰ ὁμοία δρῶντες τὸν τοῦ Θεοῦ παραβαίνετε h νόμον, καὶ τὸν ἐμφανῇ κοσμοῦντες ἄνθρωπον, τὸν ἐντὸς ἄνθρωπον ἀκόσμητον καταλιμπάνετε, καὶ τοῖς τὴν ἀλήθειαν ἀσκοῦσιν
ἐγκαλεῖτε, οἱ τὸ σχῆμα μεταδιώκοντες. ἵνα τοίνυν ὡς εὐσέβειαν μὴ φυλάττοντας διελέγξῃ ἐπερειδομένους i τῇ τῶν πρεσβυτέρων παραδόσει, τὴν παρανομίαν προτίθησι τὴν διὰ παραδόσεως τῶν πρεσβυτέρων γενομένην, γράμμα θεῖον ἀντιτιθεὶς ἀγράφῳ παραδόσει ἀνθρώπων.
Θεοῦ, τὴν παράδοσιν ὑμῶν τηρήσητε. Μώσης γὰρ εἶπε, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. καὶ ὁ
κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. ὑμεῖς δὲ λέγετε, ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρὶ,
κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς.
καὶ τηλικαύτης ἀπειλῆς ἐπὶ τῇ παραβάσει, ῥᾳδίως φησὶ καὶ προχείρως, ὑμεῖς παραβαίνετε τὸ θεῖον πρόσταγμα ταῖς τῶν διδα- 2 σκαλῶν ἑπόμενοι παραδόσεσι. ὥστε εἴτις ἐπ’ ἀτιμίᾳ γονέων θυσίαν ὑπόσχοιτο, λέγων Θεῷ ποιήσειν δῶρα καὶ θυσίας, ἃ πατρὶ παρέχειν ὀφείλει, τοῦτο l λέγετε μηκέτι μηδὲ m ἐξεῖναι τιμῆσαι τὸν πατέρα· ὅπερ ἐστὶν ἀκύρωσις τοῦ νόμου διὰ παράδοσιν. δέον ἐπιτιμῆσαι μὲν τῇ θρασύτητι τοῦ νέου, ὡς βδέλυγμα δὲ τὴν τοιαύτην
ἀπωθεῖσθαι θυσίαν. οὐ γὰρ χαίρει Θεὸς ἐξ ἀτιμίας γονέων τιμώμενος· δι’ ὧν καὶ τὴν ἐπιτίμησιν τὴν ὑπὸ τοῦ Θεοῦ γεγονυιαν ἐν τοῖς του προφήτου χρόνοις πέρι τῶν τότε ὄντων, οὐδὲν ἧττον ἀληθῆ δείκνυσι καὶ ἐπὶ τούτων τῶν τὰ ἶσα φρονούντων ἐκείνοις.
ἀκούετέ μου πάντες, καὶ συνίετε. οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
ἐν ἀνθρώπῳ· τὰ μὲν γὰρ τοῦ νόμου πρὸς τὸν ἔξω μᾶλλον ἄνθρωπον ἀφεώρα· τὰ δὲ τοῦ Κυρίου πρὸς τὸν ἔνδον· ἅτε δὴ καὶ παρόντος ἤδη τοῦ καιροῦ ἐν ᾧ πέρας ἔμελλεν ἐπιθήσειν n τοῖς σωματικοῖς ὁ σταυρὸς o, ἵνα ὡς ἤδη σῶμα ἀποθέμενοι, καὶ πνεῦμα γυμνὸν γεγονότες, οὕτω διάγοιεν οἱ πιστεύοντες. τὸν οὖν ἔντος p φησὶν ἄνθρωπον
οὐδὲν βλάψει μίασμα σωματικὸν, ἀλλ’ ὅσα ἐκ καρδίας χα- λεπὰ, ταῦτα μιαίνει. ἐπιφέρει δὲ, “ ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, μὴ σαφῶς εἰρηκὼς τίνα τὰ ἐκπορευόμενα. νοήσαντες δὲ οἱ μαθηταὶ ὡς ἄλλο τι βαθύτερον αἰνίττεται ὁ λόγος, ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν περὶ τῆς παραβολῆς. παραβολὴν
τὸν ἀσαφῆ λόγον ὀνομάζοντες q.
τοὺς ἀνθρώπους ποιεῖ, κακία δὲ μόνη ἔνδοθεν ἐξιοῦσα, καὶ τὰ ταύτης ἔγγονα πάθη.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.