ΚΕΦ. Ζ.
1
γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ἤδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα
ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο r, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε, ἰάθη ὁ παῖς σου, οὐδὲν ἃν τούτων ἔγνωμεν· τι γάρ. φησιν ὁ ἑκατόνταρχος;
“οὐκ εἰμὶ ἱκανὸς καὶ τὰ ἐξῆς· ἀκούσωμεν s ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ τι δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ
κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφήνατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν t διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπόδειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς
ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.
τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὣν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι, πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς,
ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται;
καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “ οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “ τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν.
οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς.
σκότος τὸ ἐξώτερον. Καὶ μετ’ ὀλίγα — Τὸ δὲ “ἀνακλιθήσονται “ ἐν κόλπῳ Ἀβραὰρμ” καὶ τὰ ἑξῆς, τάχα περὶ τοῦ “ ὡμοιώθη ἡ “ βασιλεία ἀνθρώπῳ ποιήσαντι γάμους τῷ υἱῷ αὐτοῦ, καὶ “ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς· καὶ πάλιν, “ οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβαλλόμενοι, κατὰ τοὺς Ἰσραηλίτας,
“ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, τὰ ἔθνη.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.