ΚΕΦ. Ξς.
λέγει ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον; πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; ἐπειδήπερ καθ’ ἑκάστην ἀγωγὴν, καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυών· δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτο φησὶν,
ὥστε ἀμφότερα ἀληθῆ εἰσι. πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως ὅτου τὸ βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς· καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησὶν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, ἔξω δὲ ἐξελθὼν ἔκλαυσε πικρῶς, ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι.
ἄνωθεν προδιετύπωτο.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.