ΚΕΦ. ΝΑ.
τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα, καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἣ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν
πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν
καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετίμησαν. τι δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ κατέχοντα, πάντων προτιμώτερα ποιώμεθα τὰ πνευματικά. ποίους δὲ δούλους ὕβρισαν καὶ ἀπέκτειναν; τοὺς Ἀποστόλους δηλονότι· αὐτοὶ γὰρ αὐτοὺς μετὰ τὴν ἀνάστασιν εὐηγγελίσαντο. τὸ δὲ πέμψαι τὰ στρατόπεδα, καὶ ἀπολέσαι τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι, τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου
συμβάντα κατὰ τοῖς Ἰουδαίοις δηλοῖ. καὶ ἐπειδήπερ τὸν Πατέρα παρώξυναν, τῷ Υἱῷ μὴ πιστεύσαντες, αὐτὸς ἐπεξῆλθεν αὐτούς. καὶ οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν, ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον τὸν Ἰάκωβον, ὅτε ὕβρισαν
τοὺς Ἀποστόλους. τί σημαίνει τὸ “οἱ κεκλημένοι οὐκ ἦσαν “ἄξιοι;” ὅτι περ ἔδει φησὶν αὐτοὺς μηδὲ κληθῆναι, ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλείπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καὶ περ εἰδὼς τὴν ἀπιστίαν, πρὸς αὐτοὺς πρώτους ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυτῶν πάντα
πληροῦν, ὥστε νουθετεῖν ἀλλήλους, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλει. καλοῦνται δὲ εἰς τοὺς γάμους ὑπὸ τῶν Ἀποστολων ἐκ τῶν διεξόδων τὰ ἔθνη· καὶ γὰρ οὐκ ἐν ὁδῷ, ἀλλ’ ἔξωθεν τῆς ὀρθῆς ὑπῆρχον ὁδοῦ. ἔνδυμα δὲ γάμου ἐστὶ βίος ὀρθὸς, οὐ γὰρ δεῖ τῇ πίστει μόνῃ θαρρεῖν. καὶ γὰρ τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι,
χάριτος ἦν, τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς· ἐπεὶ οὖν τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος, ἔδει ἀμείψασθαι τὴν χάριν, καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. καὶ γὰρ πολλὴ ἀπόκειται κόλασις τοῖς ῥαθυμήσασι·
καθάπερ γὰρ οἱ Ἰουδαῖοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτως καὶ τὸ κατακλιθῆναι μετὰ βίου διεφθαρμένου· τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν, τοῦτό ἐστι βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο y ὁ μὴ ἐνδεδυμένος τὸ ἔνδυμα τοῦ γάμου.
πράξεσιν· ἀκούσωμεν πόθεν ἐκλήθημεν· ἀπὸ τῆς τριόδου χωλοὶ ὄντες καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὅπερ πολλῷ χαλεπώτερόν ἐστι τοῦ σώματος λωβήσεως· αἰδεσθῶμεν τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς ἡμῶν μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκαστος ἡμῶν περιεργαζέσθω τῆς ψυχῆς τὴν στολὴν, καὶ ταύτης
πολλὴν τὴν φροντίδα ποιησώμεθα.
προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή·
σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἔτοιμα,” προτρέπει.
ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαικὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῆ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον
“τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, πορευόμεθα εἰς “τὰ ἔθνη.” “διέξοδοι ὁδῶν” εἰσι τὰ ἔξω τοῦ Ἰσραὴλ δόγματα· ἀδιακρίτως συνάγουσι, πονηροὺς μὲν, ἵνα ἐπιθέμενοι τὸ ἔνδυμα γάμου, καὶ ἑστίαν Θεοῦ ἔχωσιν· ἀγαθοὺς δὲ, ἁπλούστερον τοὺς μετριωτέρους· ἔθνη γὰρ τὰ μὴ νόμον ἔχοντα, καὶ τὰ ἑξῆς· βίος
καὶ πράξεις ἀγαθαί εἰσι τὸ ἔνδυμα, ἅπερ ὁ μὴ ἔχων ἐξ ἰδίας σπουδῆς, οὐκ ἔχει ἔνδυμα. ἡ γὰρ κλῆσις ἡ διδοῦσα ἀναμαρτησίαν καὶ Πνεύματος Ἁγίου μετοχὴν, κατὰ χάριν ἐστίν.
οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.”
κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα·
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.