ΚΕΦ. Μ.
θορυβηθῶσι καὶ ταράξωσιν· ἐρωτῶσι δὲ πανούργως ἐκεῖνοι· ἵνα εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν ἀφεῖναι, εὐθέως ἀντιθήσωσιν αὐτῷ πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα· καὶ εἴπωσιν αὐτῷ· πῶς οὖν εἴρηκε τὰ ἐναντία; εἰ δὲ ταῦτα πάλιν εἴποι ἅπερ καὶ ἔμπροσθεν, ἀντιθήσωσιν αὐτῷ τὰ Μωϋσέως· διὰ τοῦτο δὲ οὐ λέγει ἐνταῦθα, τι με πειράζετε ὑποκριταὶ ; ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ, καὶ τὴν ἡμερότητα ἐνδείξηται· οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσιν λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμέρως πάντα φέρειν. τί
ἐστιν “ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς ;” ἐκ μιᾶς ῥίζης, φησὶν, ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον· “ ἔσονται γὰρ οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ “ ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ “ χωριζέτω· τοῦτο δὲ εἶπε, κωλύων κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τινὰ τὴν ἑαυτοῦ γυναῖκα· προσενεγκόντων δὲ ἐκείνων τὴν τοῦ
Μωϋσέως νομοθεσίαν, αὐτὸς διὰ τὴν σκληροκαρδίαν αὐτῶν, τοῦτο ποιῆσαι αὐτὸν ἀπεφήνατο· ἐντρέψαι αὐτοὺς δὲ ἐν τούτῳ βουλόμενος· τὸ δὲ ἀπ’ ἀρχῆς οὐ γέγονεν οὕτω, δηλοῖ, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ὁ Θεὸς ἐξ ἀρχῆς ἐνομοθέτησεν τὰ ἐναντία τούτων ὧν ἐποιεῖτε ὑμεῖς· διὸ καὶ μετὰ αὐθεντείας λοιπὸν νομοθετεῖ
λέγων, ὅτι “ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, καὶ τὰ ἑξῆς.
τὸν κτίσαντα Υἱὸν, ἀλλ’ ἐν Πατρὸς ὀνόματι καὶ τὸν Λόγον ἐμπεριλαμβάνων· “ εἴγε πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς “αὐτοῦ ἐγένετο οὐδὲ ἕν.”
γεγραμμένον εἰς Σολομῶνα.
συνεχώρει, ὁ τὸ “ οὐ μοιχεύσεις” λέγων ; ἐροῦμεν ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν· ὅτε τὴν ἐνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ Σωτῆρ’, καὶ τὴν οὐχ ὁμολογημένην παρὰ πᾶσιν, οὐδὲ γινωσκομένην τῇ φύσει, οὐδὲ διελεγχομένην ὅτι μοιχεία ἐστί· τὴν μέντοι πορνεύσασαν, ἀποστῆσαι συγχωρεῖ
ὁ Χριστός· ὅτι δὴ διέλυσεν αὐτὴν τὴν φυσικὴν σύζευξιν, καὶ οὐκ ἔτι ὕπο του ἀνδρὸς τούτου γίνεται.
θηρίου διὰ παντὸς ἔνδον συγκεκλεισμένου.
ἑαυτὸν, ἣ πρὸς γυναῖκα πονηράν· οὐκ εἶπε δὲ ὁ δεσπότης Χριστὸς ὅτι ναὶ τοῦτο κουφότερον, ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμα ἔστιν ἀλλ’ ὅτι οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται εἶπε δὲ τοῦτο, ὑψῶν τὸ πρᾶγμα τῆς παρθενίας καὶ ἐπαινῶν, καὶ δεικνὺς μέγα ὃν, καὶ ἐν τούτῳ ἐφελκόμενος καὶ προτρέπων, ἵνα μᾶλλον
τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν· ἐπειδὴ γὰρ περὶ παρθενίας εἰπεῖν ἐπαχθέστερον εἶναι ἐδόκει ἐκ τῆς ἀνάγκης, τοῦ μὴ ἀφιέναι τὴν πονηρὰν γυναῖκα, εἰς τὴν ἐπιθυμίαν αὐτοὺς τοῦ παρθενεύειν ἐνέβαλεν.
διαφορὰς τῶν εὐνούχων, φησὶν, “ ὅτι εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοι- “ λίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐννόησον εἰ οὕτως ἐκ φύσεως ὑπῆρχεν, τουτέστιν, εἰ εὐνοῦχος ἐγεννήθης· ἣ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων ἀνθρώπων, οὕτως ἐγένου· τί ἃν ἐποίησαν ; τῆς ἀπολαύσεως
μὲν τοῦ γάμου ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; οὐκοῦν εὐχαριστήσεις νῦν τῷ Θεῷ· ὅτι μετὰ μισθῶν, καὶ στεφάνων, τοῦτο κατορθοῖς, ὅπερ χωρὶς στεφάνων ἐκεῖνοι ; οἵτε οὕτως εὐνοῦχοι γεννηθέντες, οἱ τε ἀπὸ ἀνθρώπων εὐνουχισθέντες, ἀλλὰ καὶ πολλῷ κουφότερον τῇ ἐλπίδι προθυμοποιούμενος, καὶ τῷ συνειδότι
κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων· οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς τὰ τοιαῦτα οἶδεν καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνον· διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν τοὺς εὐνούχους, ἵνα τοὺς παρθενεύοντας καὶ τοὺς ἐγκρατευομένους εἰς
προθυμίαν ἐμβάλῃ· ἐπεὶ εἰ μὴ τοῦτο κε τι βούλεται ὁ περὶ τῶν προειρημένων δύο εὐνούχων λόγος αὐτῷ;
τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμήν· καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα· τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας ἐστὶ, καὶ Σατανικῆς ἐπιβουλῆς, ἵνα τοῦ Θεοῦ τὸ ἔργον οἱ τοιοῦτοι διαβάλλωσιν, ἵνα τὸ ζῶον λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν
λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες, καὶ διπλῶς παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τὸ τὰ μέλη πηροῦν, καὶ τὸ κωλύειν τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν· ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησεν· διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν· μετὰ γὰρ τῶν
προειρημένων, οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερότερα ἐντεῦθεν γίνεται, ἀλλὰ καὶ μᾶλλον χαλεπώτερα· ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει· καὶ οἱ μὲ,, ἀπὸ ἐγκεφάλου· οἱ δὲ, ἀπὸ ὀσφύος τὸ οἶστρον ἐκεῖνο φύεσθαι λέγουσιν· ἐγὼ δὲ, οὐδαμόθεν ἄλλοθεν εἴποιμ’ ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκολάστου,
καὶ διανοίας ἠμεμελημένης· κἂν αὐτὴ σωφρονῇ τῶν φυσικῶν κινημάτων, βλάβος οὐδέν. βουλόμενος δὲ προθυμοτέρους ποιῆσαι, φησίν· “ ὁ δυνάμενος χωρεῖν χωρείτω.” δείξας τὸ ὑπέρουκον τοῦ κατορθώματος· καὶ οὐκ ἀφεὶς εἰς ἀνάγκην νόμου κατακλεισθῆναι τὸ πρᾶγμα, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ
ἀγαθότητα. τότε δὲ εἶπεν τοῦτο· ὅτε ἔδειξε σφόδρα ὂν δυνατόν· ἵνα πλεῖον τῆς προαιρέσεως ἡ φιλοτιμία γίνηται, καὶ προαιρέσεώς ἐστι φησί.
ἠναγκασμένην ὑποπτεύσωμεν· δίδοται γὰρ τοῦτο πᾶσι τοῖς βουλομένοις· ἔτι δὲ καὶ διὰ τοῦτο οὕτως εἶπεν· δεικνὺς ὅτι πολλῆς εἰς τοῦτο δεῖ τῆς ἄνωθεν ῥοπῆς, τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. ἔθος γὰρ τῷ δεσπότῃ Χριστῷ, ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅτ’ ἃν μέγα τὸ
κατορθούμενον ὑπάρχῃ· ὡς ὅτ᾿ ἃν λέγει· “ ὑμῖν δέδοται γνῶναι “ τὰ μυστήρια. καὶ ὅτι τοῦτο ἦν ἀληθὲς, δῆλον· εἰ γὰρ τῆς ἄνωθεν μόνης δόσεως ἔστι, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. χρὴ δὲ σκοπῆσαι
πῶς ἐξ ὧν ἕτερον πονηρεύονται, κερδαίνουσιν ἕτεροι. οἱ μὲν γὰρ Φαρισαῖοι, μηδὲν μαθόντες, οὐδὲ γὰρ ἵνα μάθωσιν ἐρωτῶσιν, οὕτως ἀπῆλθον· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον.
διδάσκων αὐτοὺς μετριάζειν, καὶ τῦφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ εὐαγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν κατεπήγγελται. τινες δέ εἰσιν οἱ τοιοῦτοι ; οἱ μετὰ συνέσεως πρᾶοι ὄντες, καὶ ἀπόνηροι· τοῦτο γάρ ἐστι βίος ἀγγελικὸς, καὶ τὸ πάντων τῶν παθῶν καθαρεύειν· ὥσπερ ἡ τύχη τοῦ παιδίου·
καὶ γὰρ οὔτε δὲ τοῖς λελυπηκόσι μνησικακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται· οὔτε τῶν ἀναγκαίων πλέον τί ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ· οὔτε λυπεῖται ἐφ’ οἷς ἡμεῖς τοῖς ἐπικήροις τούτοις· οὔτε ἐπτόηται πρὸς κάλλει σωμάτων· διὰ τοῦτο οὖν ἔλεγεν, “ τῶν γὰρ τοιούτων ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν·” ἵνα
τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.