ΚΕΦ. ΚΖ.
τὸ πλῆθος· καὶ γὰρ ὁτ’ ἃν μεγάλα ἐργάζηται, χωρίζεται μετὰ τῶν μαθητῶν ἀπὸ τοῦ πλήθους· τὸ “ ἠνάγκασεν” δὲ ετͅπεν, τὴν πολλὴν προσεδρίαν δεικνὺς τῶν μαθητῶν, καὶ ὅτι δυσαποσπάστως εἶχον αὐτοῦ· ἔπεμπε δὲ τοὺς μαθητὰς, προφάσει μὲν τῶν ὄχλων· αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· τοῦτο δὲ
ἐποίει, παιδεύων ἡμᾶς, μηδὲ ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μηδὲ φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκατέρα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον· καὶ γάρ ἐστιν ot ἃν καλὴ ὑπάρχει ἡ μόνωσις· ὅτ’ ἃν ἐντυγχάνειν δέῃ Θεῷ· καὶ γὰρ ἀταραξίας ἐστὶ μητὴρ, καὶ γαλήνη καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων
ἡμᾶς.
τοῦτο καὶ ἐν μέσῃ τῇ θαλάσσῃ, συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαι ποθὲν ἐλπίδα σωτηρίας· ἀφίησι δὲ αὐτοὺς κλυδωνίζεσθαι ὅλην τὴν νύκτα, διεγείρων αὐτῶν τὴν κὰμ δίαν, καὶ εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐμβάλλων τὴν αὐτοῦ· ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν
συνεχόντων κακῶν· ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· τετάρτῃ γὰρ φυλακῇ τῆς νυκτὸς ἐπέστη αὐτοῖς, καὶ ὅτε προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβοζ· ἰδόντες “ γὰρ αὐτόν,” φησι, “ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐτα- “ ράχθησαν· ’ ὥστε καὶ κράξαι· μετὰ γὰρ τοῦ χειμῶνος οὐχ
ἧττον, διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν ἐποίησεν εὐθέως· γυμνάζων αὐτοὺς, ὅπερ ἔφην, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων παιδεύων εἶναι καρτερικούζ́ καὶ ὅσῳ δὲ τὰ τῆς ἀγωνίας ἐπετείνετο, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν· εἰπόντος δὲ αὐτοῦ “θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε,” τῷ ῥήματι τούτῳ εὐθέως τὸν φόβον αὐτῶν ἔλυσεν, καὶ θαρρῆσαι παρεσκεύασεν.
ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. Καὶ μετ’ ὀλίγον — Ἕως ἑσπέρας ἴνα δείξῃ, ὅτι οὐ δεῖ ἀψικόρως z ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν· διδάσκει δὲ καὶ τοῦτο· ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν, καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν, ἐπὶ τὴν
προσευχὴν χωρεῖν.
νυκτὸς, τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.
εἰμιί.
δὲ αὐτῷ πρὸς αὐτὸν ἀπελθεῖν· ἐπειδὴ ᾔδει, ὅτι εἰ εἶπεν αὐτῷ, οὐ δύνασαι· πάλιν θερμὸς ὢν ὁ Πέτρος, ἀντεῖπεν ἄν· διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονίσῃ· 3 ὁ γὰρ τοῦ μείζονος περιγενόμενος, τουτέστιν ἀκμάζοντος ἔτι τοῦ φόβου, ἐπιβῆναι τῶν ὑδάτων θαρρήσας, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου ῥύμης, οὐ τῆς θαλάσσης· καὶ ταῦτα ἐγγὺς ὣν τοῦ Χριστοῦ· οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πιστεύοντας ἐγγύς; οὐκ ἐπέταξε δὲ τοῖς ἀνέμοις
παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ· ὅτι τῆς ἐκείνου πίστεως ἔδει εἰς τοῦτο· ὅτ’ ἃν δὲ τὰ παρ’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται· δεικνὺς τοίνυν ὅτι οὐχὶ ἡ τοῦ ἀνέμου ἐκβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάσατο, καὶ φησίν· “ εἰς τί ἐδίστασας ὀλιγόπιστε ;”
ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησεν, καὶ πρὸς τὸν ἄνεμον ἀντέστη ἃν ῥαδίως· διάτοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν παραβλάπτει, ὅτ’ ἃν ἡ πίστις ᾖ πεπηγυῖα· καὶ πρὸ τούτου μὲν ἔλεγον· “ ποταπός ἐστιν ὁ ἄνθρω- “ πος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν
“ αὐτῷ νυνὶ δὲ οὐχ οὕτως· ἀλλ’ ἀληθῶς Θεοῦ Υἱὸς εἰ.
πίστεως, τὴν θεραπείαν ᾔτουν· παρακαλοῦντες, “ ἵνα μόνον ἅψων- “ τᾶι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· διὸ “ καὶ ὅσοι ἥψαντο, “ ἐσώθησαν·” δείξαι θέλων ὁ Εὐαγγελιστὴς, ὅτι διὰ χρόνου ἐπέβη τῇ γῇ Γεννησαρὲτ, φησὶν, “ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ “ τόπου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωραν ἐκείνην· καὶ προσ-
“ ἤνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·” ἀλλ’ ὅμως ὁ χρόνος οὐκ ἐξέλυσεν τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν.
τοῦ κρασπέδου, πρὸς τὸ διασωθῆναι· ἡμεῖς δὲ ἐὰν θέλομεν, ὅλον αὐτὸν ἔχομεν κα γὰρ τὸ σῶμα αὐτοῦ πρόκειται νυν ἥμιν· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι· προσερχέσθω τοίνυν μετὰ πίστεως ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυσαν δύναμιν, πολλῷ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες· τὸ δὲ προσελθεῖν μετὰ πίστεως, οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς διανοίας ἅψασθαι· τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.