ΚΕΦ. Β.
ἐν Βηθλεέμ.
καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων, εἰκότως ἄν τις ταῦτα εἴποι. οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα δι’ δι᾿ κακῶς ἔπαθον ἀπέθεντο ; ἀλλὰ διὰ τοῦτο προεῖπον, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ,
μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς· τι τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, 2 καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα ; ἀλλὰ πολλάκις, φησὶν, ψελλὸν ζήσοντα κατορθοῦν· ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλύσαι τὸν βίον· ἄλλως δὲ οὐδ’ ἃν εἴασεν εἰ μεγάλοι τινὲς ἔσεσθαι ἤμελλον οἱ παῖδες προαρπαγῆναι· εἰ γὰρ τοὺς ἐν
πονηρίᾳ μέλλοντας ζῆν, διηνεκῶς μετὰ μακροθυμίας φέρει τῆς ἑαυτοῦ ὁ Θεὸς, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν τεθνάναι οὕτως, εἴπερ ᾔδει μεγάλα τινὰ ἀνύσαντας καὶ οὗτοι μὲν παρ’ ἡμῶν οἱ λόγοι· οὐ μὴν πάντες οὗτοι, ἀλλ’ εἰσὶ καὶ τούτων ἀπορρητότεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν.
3
Βενιαμὴν γὰρ φυλῆς ἦν Ῥαμὰ, ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ· εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν καὶ τὸ ἕλκος ὠμὸν, φησὶν, “ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
παρακληθῆναι ἤθελον ἐπὶ τοῖς τέκνοις αὐτῶν, ὡς οὐκ εἰσίν· οὐδέ πω γὰρ ἦσαν μεμαθηκότες ἀπὸ τοῦ ἐναργῶς παραστῆσαι δυναμένου τῇ ἑαυτοῦ ἀναστάσει τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι οὐκ εἰσὶν οἱ νομιζόμενοι τοῖς κλαίουσι καὶ ὀδυρομένοις μὴ εἶναι.
καὶ τῆς ἄνω τηρεῖται, εἰπεῖν δὲ μᾶλλον θεωρεῖται.
δέχεται παρὰ τοῦ Ἀγγέλου τούτου· πληροῦται δὲ καὶ τὸ ῥηθὲν ὑπὸ τῶν προφήτων, “ ὅτι Ναζωραῖος κληθήσεται·” τὸ δὲ ποῖοι προφῆται τοῦτο εἶπον, μὴ περιεργάζου· πολλὰ γὰρ τῶν προφητικῶν ἠφανίσθη βιβλίων· καὶ ταῦτα ἀπὸ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τίς ἄν. εἰς ἀσέβειαν γὰρ οἱ Ἰουδαῖοι
συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν τῶν βιβλίων ἀπόλλυσθαι· τὰ δὲ αὐτοὶ κατέκαιον· καὶ τὸ μὲν Ἰερεμίας διηγεῖται· τὸ δὲ ὁ τὴν τετάρτην συντεθεικὼς τῶν βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον τὸ Δευτερονόμιον εὑρεθῆναι κατορωρυγμένον ποῦ καὶ ἠφανισμένον· ἐπεὶ ὅτι γε προεῖπον οἱ προφῆται πολλαχοῦ, καὶ οἱ
Ἀπόστολοι Ναζωραῖον καλοῦσιν. διὰ δὲ τὸ λέγειν τὸν Λουκᾶν οὐ κατὰ χρησμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ’ ὅτι τὸν καθαρισμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρὲτ, χρὴ νοεῖν, ὅτι τὸν χρόνον τὸν τῆς καθόδου τῆς εἰς Αἴγυπτον μὴ ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει· οὐδὲ γὰρ ἃν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς
εἰς Αἴγυπτον ὁ Ἄγγελος· διὰ τὸ μηδὲν ὅλως γενέσθαι παράνομον· πληρώσαντες δὲ ἅπαντα, κατῆλθον εἰς Ναζαρέτ.
ἀλλ’ ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι; ἀλλ’ ἐπεὶ τὸ χωρίον ἤμειψεν, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν. ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν, καὶ τῶν ὁρίων αὐτῆς. τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν· καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον
ἀνῃρῆσθαι
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.