ΚΕΦ. Ις.
ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ 2 νοσήματος· ἄρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἢν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.”
θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων
δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε
“ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον.
3
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.