ΚΕΦ. Ι.
χρημάτων δοῦλος ὑπάρχων ἐκεῖνος, καὶ ἰδὼν πολλὰ σημεῖα ποιοῦντα αὐτὸν, καὶ πολλοὺς ἀκολουθοῦντας αὐτῷ, προσεδόκησεν χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διὸ γινώσκων αὐτὸς τὰ ἐν τῷ συνειδότι αὐτοῦ, καὶ τὴν πολλὴν ἀπόνοιαν καὶ φιλαργυρίαν, ταῦτα φησίν· ὡσανεὶ ἔλεγεν αὐτῷ, ὅτι σὺ μὲν χρήματα προσδοκᾷς
ἀκολουθῶν ἐμοὶ συλλέγειν· σκόπει δὲ ὅτι οὔτε καταγώγιόν μοι ἐστὶν, οὐδὲ τοσοῦτον, ὅσον ταῖς ἀλώπηξι καὶ τοῖς ὀρνέοις· ταῦτα δὲ τὰ ῥήματα οὐκ ἦν ἀποτρεπομένου, ἀλλ’ ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρέχοντος δὲ εἰ βούλοιτο, μετὰ τῆς τοιαύτης προσδοκίας ἀκολουθεῖν· ἐκεῖνος δὲ ταῦτα ἀκούσας καὶ
ἐλεγχθεὶς, οὐκ εἶπεν, ἕτοιμός εἰμι ἀκολουθῆσαι, ἀλλ’ ἔδειξε τὴν ἑαυτοῦ πονηρίαν, εὐθέως ἐπαναχωρήσας· ὁ δὲ μετὰ ταῦτα προσελθὼν καὶ εἰπὼν, “ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ τὰ ἑξῆς, ἐπείδηπερ εὐγνωμόνως τὸ “ἐπίτρεψον” εἶπεν, καὶ οὐκ ἐμιμήσατο ἐκεῖνον αὐθαδῶς εἰπόντα τὸ “ἀκολουθήσω σοι, ἀπεδέχθη
μὲν, οὐκ ἐπετράπη δὲ, ἀλλ’ ἤκουσεν, “ἄφες τοὺς νεκροὺς θάψαι “ τοὺς ἑαυτῶν νεκρούς· διὰ τούτου δεικνὺς ὅτι ὁ μὲν εἰπὼν ταῦτα υἱὸς, ἐκ τῶν πιστευσάντων ἦν· ὁ δὲ τετελευτηκὼς πατὴρ ἐκ τῶν μὴ πιστευσάντων. Καὶ μετ’ ὀλίγον — Ἐκώλυσε δὲ αὐτὸν, οὐχὶ καταφρονεῖν τῆς εἰς τοὺς γονέας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς
ὅτι οὐδὲν τῶν οὐρανίων πραγμάτων ἡμῖν ἀναγκαιότερον εἶναι χρή.
ἀυτῇ ὢν, νεκρὸς ἐστιν.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.