ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε 3 τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν 4 αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ,
Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν 5 “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο 6 “πρὸς πρὸς ὑμᾶς ὁ Θεός. ἀλλ’ ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς 7 ὁ αὐτοῦ φησι μαθητὴς “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ‘ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.”
σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε 8 βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς διανοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας
ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λά,κκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος
9 γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη ’δε που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ̔Ιερεμίου περὶ
τῶν ἐξ Ἰσραὴλ. καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ 10 φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ “τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος· ὅτι 11 “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον “πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους σὺν-
“τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς 12 περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντετριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων
Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετειχισμένην 13 ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ “Ὅτι σὺ καθήμενος τὸν αἰῶνα” τουτέστιν, ἱδρυμένην 14
ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ’ ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς
ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς 15 ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.