τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι 3 Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν “ Νόμον γάρ φησιν εἰς βοήθειαν “ δέδωκεν.’’ ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς
παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη. σιν ἐναργές. ὥσπερ γὰρ ἀπορριφῆναί τε καὶ σκεδασθῆναι 4
τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκη παρὰ Θεοῦ τεθεὶς ἀνὰ μετὸν τοῦ
Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἲσραὴλ, τουτέστι παντὸς τοῦ 5 γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν 6 τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς
ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι 7 καὶ ἔφασκεν ὁ Χριστός “ Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι “ τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ “ πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς “ καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ
“ νόμου, ἕως ἂν πάντα γένηται.’’ πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν 8 παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν “ Ἠκούσατε “ ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ’ ἂν φονεύσῃ, “ ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ
“ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.’’ 9 καὶ πάλιν “ Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ “ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, “ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. ” ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν
10 ὀργὴν, ἢ ῥίζα τε ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ’ ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλάστη μάτα, μᾶλλον δὲ οὐδ’ ἂν ἀνάσχοιεν
ὅλως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.