ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἂχρηστον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ’ ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς. οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως
2 ἐπ’ αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῤάβδον τὴν 3 τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς 4 διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι ’δε φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι,
καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν. σκεδασθήσεται 5 γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείῃ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις “ Πορευ-
“ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς 6 “ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου “ Πνεύματος.” τότε γὰρ ἅπασαν τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς “ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ 7
“ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ “ ῥήματα αὐτῶν.” ὅτι δὲ οὐκ ἀνόνητον τοῖς εθ̓́νεσι τὸ 8 ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν δια- νεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο
δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τοὶ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος κυροῦ ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ’ ἃν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ 9
Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ 10 δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας 11 διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί. διαιτεόμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὣν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους. ταύτῃτοι
προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν 12 ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ Ps. πρὸς αὐτὸν ὑμνούμενον “ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας 13 “ ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε. “ Ἐν
“ γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἕπου· “ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα “ ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “ Θεοῦ Πατρός. ”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.