ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε 2 3 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν ̔Ιεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροι τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐποχούμενοι, 4 χούμενοι, “καὶ βάλλοντες τόξοις,” κατὰ τὸ γεγραμμένον,
κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός 5 τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος,
οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ’ αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ ̔Ιερουσαλὴμ, ὀλοθρεῦσαι
δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ 6 πάντων τῶν ἐθνῶν. Ἐφραῒμ δέ φησι τὰς ἐν τῆ Σαμαρείᾳ δέκα φυλὰς, ̔Ιερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἄν
γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία 7 πόλις, τουτέστιν ἡ νοητὴ Σιῶν, ἤγουν ̔Ιερουσαλὴμ, “ἥτις “ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” κατευρύνει δὲ οὕτω τὴν ἑαυτοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θκλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ
τῆς γης, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος 8 Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς 9 “ Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- 10 “μῶν τὰς παραφυάδας αὐτῆς.” τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ
τῇ καλουμένη Μέσῃ τῶν ποταμῶν. ἀλλ’ οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς 11
πέρατὰ τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.