ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχιποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. 1 ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξηρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βόιρυνθήσεται ἡ ψυχή μου ἐπ᾿ αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ᾿ αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχόιὶ αὐτῶν ἐπωρύοντο ἐπ᾿ ἐμέ. θηρῶν γὰρ ἀγρίων 2 διαφέροντες οὐδὲν, ἐπεπήδων τε πλειστάκις Xριστῷ, καὶ
τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες “Αἶρε, αἶρε, σταύ- 3 4 “ ῥοῦ αὐτόν.” μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου 5 λέγων “ Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- “ μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λεών ἐν “ δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα
6 ἀυτὴν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.