βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ’ ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως,
2 ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλοκερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἴμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ’ 3 αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν
τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ τοιούτους ὄντας ἐλέγχων “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι 4 “ ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον “ καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου,
“ τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν.’ ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσάγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, 5 ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπισμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν
ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ “ Ὦ οἱ ποιμένες 6 Ισραηλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ “ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε
“ καὶ τὰ πρόβατά μου βόσκεσθε.” καταβόσκετε τοίνυν 7 φησὶ τοὶ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφάζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ’ ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ
γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ’ αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν 8 9 10 ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πὼς ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον,
ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς 11 Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ’ ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι
12 λέγοντι σαφῶς “ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις “ τοῦ Θεοῦ ἐστιν. ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν· ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ
13 “ Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·” ὁ ’δε γε Hab. i. σιὸς Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων “ Ἕως “ τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι “ πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας “ κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;
“ ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ “ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος “ κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν “ τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.” οὐκοῦν οἱ 14 ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύνοντες
μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἃν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες 15 ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάττονται. ἀλλ’ ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα 16
καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ’ ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἢ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ’ οἷς ἃν ἡσθείη Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.