καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, 1 μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ Αἶρε, αἶρε, σταύρου αὐτὸν· τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρηκασιν οὐ μετρίως, ἦρ γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ 2
πάλιν. παραρρεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα. τοιοῦτοι 3 δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας καταπτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα 4 τοῦ Ἰορδάνου. καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων
διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συν- εκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνη- 5 κότων “ Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ” ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγη, νοήσεις τὸ φρόνημα,
καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ’ ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.