οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατερριμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν
οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδοποιμενων 2 ποιμένων μεγαλωσύνη. ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης 3 Δεσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων “ ὖ οἱ “ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα 4 “ τῆς νομῆς αὐτῶν.” καὶ πάλιν “ Ὅτι οἱ ποιμένες ἠφρονεύ-
“ σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε “ πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν.” ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω 5 πάλιν εἰπών “ καὶ εἰσάξω ὑμᾶς εἰς Σιῶν, καὶ δώσω ὑμῖν “ ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς
“ ποιμαίνοντες μετ’ ἐπιστήμης.” τίνες δὲ οὗτοι πάλιν; 6 οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, “ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον,” καὶ 7 εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.