πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς 1 εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν 2 ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο
μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε
3 μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν
κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- 4 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς 5 οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην
ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες
νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, “παρασυνεβλήθησαν τοῖς 6 “ κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς,” κατὰ τὴν 7 τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν Exod. xiii. 13.
ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ 8 φιλαμαρτήμονες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.