τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις. ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, 1 τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· “ ἐπάγη γὰρ ὡσεὶ “ τεῖχος τὰ ὕδατα, Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραίνοντος· 2 καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω,
17, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι
τῷ κατὰ φύσιν ὄντι Θεῷ. διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ’ αὐτῷ δὴ τούτῳ 3 μεγάλα χαίροντας λέγειν “ Εἰ μὴ ὅτι κύριος ἦν ἐν 4 “ εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ “ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον
“ ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα “ τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ “ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό “ στατὸν. ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, μένος, διέδρα τὰς
ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αίγυπτίων ἀπεσείσατο 5 πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ 6 κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν
αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ’ ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ’ ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιήμεθα,
καὶ ἐπ’ αὐτῷ τεθαρρήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς 7 ὅλας ἔχομεν τὰς ἐλπίδας. “ Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, 8 “ ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς. καὶ ἧ φησιν ὁ μακάριος ψαλμῳδός “ Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, 9 “ βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.