Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται. ἀδιαφορεῖ δὲ πλειστάκις 1 ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ’ ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ’ αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρωμένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν
ἐπαγγέλλεται εἲς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ιουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν και εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι’ ἀμφοῖν ἐκεῖνο οἶμαί που. ἀπαλλάξας γὰρ 2
ἡμᾶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ἧ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων
καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι’ ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “ Αἱ κέδροι 3 τοῦ Λιβάνου ἃς ἐφύτευσας.” “ Θεοῦ γὰρ γεώργιον ” τοὺς 4
ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.