Ιεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραή. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγονότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραιτούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυ-
1 ἤεσαν, καὶ τῆς ὑπ’ ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπερριμμένον ὑποδεδραμήκασι ζυγόν. οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλλετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις
δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.