παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα. εἴρηται δέ τι τοιοῦτον καὶ διὰ
1 φωνῆς Ἡσαΐου “Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ 2 “συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, “καὶ τῆ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.” ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πὼς τοὺς μαχητὰς, ἣ διώκοντας ἢ διωκομένους,
αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἵενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ 3 τῷ προφήτη κείμενον Ἡσαΐᾳ “Καὶ ἔσται ὡς ἱστὸς ἐπ’ 4 “ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ.” οὐκοῦν ἐκ
5 τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοὶς καὶ είσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι’ οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν
καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες. ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αύτοὺς ἐν λαοῖς οἱ οἱ μακράν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ μνησθήσονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν 6
πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν,
καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων “Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ 7 ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.” ἥξουσι δὴ οὖν μνησθέντες
τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερεμίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ “Οἱ 8 “μακρόθεν μνήσθητε τοῦ κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω
ἐπὶ τὴν καρδίαν ὑμῶν.” εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδιοῦνται
πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τοὶ ἴδια τέκνα, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι. γράφει ’δε που καὶ 9 ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ τεθραμμένοις καὶ εἰς 10 ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι 11 12 τῆς ἐν Χριστῷ, ποτὲ μέν “Χαρὰ καὶ στέφανός μου,” ποτὲ 13 δὲ πάλιν “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω 14 “ ἐν Χριστῷ Ἰησοῦ.” ”Στέθανος Στέφανος γὰρ γερόντων τέκνα “τέκνων, κατὰ τὸ γεγραμμένον· καύχημα δὲ τέκνων πατέρες ἀυτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.