λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ. εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραΐμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰςδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῆ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς
ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγονότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι’ αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων “Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, 2 “ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ
“τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.” οὐκοῦν τοὶ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται. γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφωτισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ’ αὐτῷ τῷ Σωτήρι’
Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν 3 τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ ἃν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς. οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαίρουσιν
ρουσιν ἐπ’ αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι 4 λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, 5 καὶ ταῖς ἐπ’ αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ’ αὐτῷ καὶ μόνῳ παραδέξονται θυμηδίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.