“μόνον, ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτό φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς· τὰς παρ’ αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ
κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθήσονται ὡς ἤδη πὼς ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραΐα 6 ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ
7 νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθεστηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ
ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ 8 ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.