1 τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ· σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατησχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς
θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατερραγμένων κεκράτηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. κατασημαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, 2 ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν 3 εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν
λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· 4 ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατωκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι “Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔφη ’δε που 5
καὶ ὁ θεσπέσιος Ἠσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον “Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, 6 “μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος 7 “ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν “αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη ἀδικίαν,
“οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς. οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν ιι Μακάριοι 8
πάντες οἱ κατοικοῦντες ἐν τῳ οἴκω σου, εἰς τοὺς αἰῶνας “τῶν αἰώνων αἰνέσουσί σε.” καὶ πάλιν “Ὅτι κρεῖσσον 9 “ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην “παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν “με ἐν σκηνώμασιν ἁμαρτωλῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.