φανῆς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ’ ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἁλλ’ ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ισραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ
τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀναδήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούντων εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ 2 3 4 λίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως “Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐπεγερῶ τὰ τέκνα σοῦ Σιῶν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ κύριος παντοκράτωρ
ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.