τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αύτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ’ ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ
ἀκαλλὲς καὶ ἀνόνητον. ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων διασποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, 3 μονονουχὶ καταχρεμετίζοντες τῆς παρ’ αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειε τις; Χριστοῦ 4 λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν “Πορεύου,
ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά “μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν σραήλ.” ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν κύριον 5 ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι “Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους “σου καὶ ἡ ἱππασία σου σωτηρία.” οὐκοῦν οὐκοῦν αὐτὸν φησὶν
ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὅμοιον 6 ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ
ὑπουργοὺς, καὶ τῆς παρ’ ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι ’δε φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ’ ἐναντίας. 7 ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῶ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ 8 αἰχμαλωτίζοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.