παρ’ ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ 2 τούτων ἃν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος
καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. 3 ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, μετατιθεὶς ἐξ ἀπάτης εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδικήμασι
μαστι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἃν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἐδεῖ γὰρ ἔδει σώζεσθαι 4 τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ
ἀβουλήτως ὑπενηνεγμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.