2 οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτέστιν 3 ἁγνούς τε καὶ ἀβεβήλους. “Οἰ γὰρ τοῦ Χριστοῦ “Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ
“ταῖς ἐπιθυμίαις,” καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν 4 δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· 5 εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ’ οὐδὲ ὑετοῖς καταρδεύεσθαι
αρδεύδεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ 6
τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευδοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαγήκασι κόπους, τουτέστιν οὐ
τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι’ ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μαντεις καὶ τα ενυπνια ψευδξ παρεκαλουν, ἐνηχοῦντες αὐτοῖς 7 δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐΛπίσι καταπιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ’ εἰς ἀπάτην καὶ
πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώθησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ 8
ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατερραγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.