γίων τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστάζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώιμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλλον 2
λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτῆρ’ τοῖς Ἰουδαίων δήμοις “Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· 3 “ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὂν ὑμεῖς ἠλπίκατε. “εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ
“ἐμοῦ ἐκεῖνος ἔγραψεν.” ἔφη δέ που καὶ περὶ τῶν γραμ- 4 ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- 5 μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν “Διὰ “τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- “βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” οὐκοῦν
αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπιστήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε 6 ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες ’τον νοῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.