ἅγιον ἀνιστάμενοι τῶ Θεῶ, λίθοι κατ’ αὐτὸν πιθανῶς ὀνομάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ 4 γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πὼς εἰσὶν ἀμείνους, καὶ τῶν
ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγωγος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν
διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, 5 καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπονενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ’ 6 αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει
γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἃν εἰκότως, οἶνος δοθήσεται ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, 7 ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε
καὶ παρθενοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονται τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ 8 λέγοντος “Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον. 9 πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ διανοίας τῶ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν
ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτὸν. ὡσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· 10 οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.