βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ 2 πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσπίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ 3
οἱ μετ’ ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλησιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “Οὐδεὶς 4 λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι
“τὸ φῶς.” καὶ πάλιν ἑτέρωθι “Οὕτω λαμψάτω τὸ φῶς S.Matth. v. 16. ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.