τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχητοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- 4 μένον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν
5 καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μάχαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν ̔Ελληνικῶν κεχρημένοι τέκνων, ἀποκείρουσι 6 μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν 7 τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν
τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.