τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας
ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω 1 τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν
ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν
ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, 2 καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις
3 δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι’ αὐτῶν μαχομένους μυσταγωγίαις οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Τὰ βέλη σου ἠκονη- 4 “μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ
“τῶν ἐχθρῶν τοῦ βασιλέως.’ πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς 5 “τὰ τοῦ δυνατοῦ βέλη,” τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ 6 πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς
θάνατον, ἀλλ’ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ. ὁποία τις ἐστὶν ἡ ἐν τῶ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς “ Ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.” ὅτι δὲ γεγόνασιν ἀλκιμώτατοί 7 τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται
λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι “Ὡσεὶ 8 βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.” ἐκτετιναγμένους μένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνατοῦ
τοῦ πεμπόμενα. ἔφη ’δε που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὺλ περὶ τῶν ἁγίων ἀποστόλων “Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων 9 “σου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.