οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν 1 ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ’ ἑτέρου ζητήσει ; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς 2 πεπλανημένοις ἡ τοιάδε ζήτησις ; τί γὰρ ἡ ἄψυχος ὕλη 3 χαριεῖταί τισιν ; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ “Εὖ “ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. ἀλλ’ οὐδ’ ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν ; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι
δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, 4 “Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο- “λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ “τούτου.” τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τι αὐτῷ ἔτι καὶ εἰ-
εἰδωλοις ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.