καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται 1 δὲ, ὅτι “Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.“ σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας
2 εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀναθρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφιλβλεῖν ; εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς
τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις· ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγα- θουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς 3 εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.