καὶ λογισμοῦ νενευκότος εἰς ἀναισθησίαν, μονονουχὶ καὶ εἰς λήθην ὑπενηνεγμένους, ὧν ἔδει μεμνῆσθαι διαπαντός. ὁ μὲν γὰρ ἐπάρατος ῾Ιεροβοὰμ, τὰς δαμάλεις αὐτοῖς ἀνα- 2 στήσας, ἔφασκεν “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ οἵτινες “ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.” οἱ δὲ, καίτοι γινώσκοντες
ὅτι μὴ ἑτέρου τινὸς, ἀλλὰ Θεοῦ, κατόρθωσις ἦν τὸ χρῆμα αὐτοῖς, χειροκμήτοις δαμάλεσι προσῆγον τὰ χαριστήρια, 3 καὶ αὐταῖς ἀνάπτειν, οὐκ οἶδ’ ὅπως, ἀλλήλους ἀνέπειτέχνης] 4 θον τῶν θείων κατορθωμάτων τὴν ὑπεροχήν. οὐκοῦν ὡς ἐξ 5 οἴνου Σοδόμων μεμεθυσμένους μονονουχὶ διανύττει λέγων ὅτι τε αὐτὸς εἴη σαφῶς ὁ καὶ “ἐξ οἴκου δουλείας” ἐξενεγ- 6 κῶν, καὶ προστεταχὼς διὰ Μωυσέως, ὡς “Οὐκ ἔσονταί σοι 7
“θεοὶ ἕτεροι πλὴν ἐμοῦ,” καὶ ὅτι μόνος αὐτὸς ὁ σώζων ἐστὶ καὶ ἀνιδρωτὶ κατορθῶν πᾶν ὅπερ βούλοιτο, αὐτὸς ὁ τοφοφορήσας 8 κατὰ τὴν ἔρημον, καὶ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ πηγὰς μὲν ὑδάτων ἀνεὶς, καθιεὶς δὲ τὸ μάννα, καὶ 9 ἄρτον ἀγγέλων καὶ ἐξ οὐρανοῦ δωρούμενος, καὶ ὡς ἐν τάξει
ποιμένος ἀγαθοῦ καταβόσκων εἰς εὐθυμίαν, κατὰ τὰς νομὰς αὐτῶν ἤτοι τὰς ἀπάρσεις. ἀνενδεεῖς γὰρ ἦσαν παντὸς ἀγαθοῦ κατὰ τὴν ἔρημον οἱ ἐξ ᾿Ισραὴλ, καίτοι τόπους ἐκ τόπων ἀεὶ μεταμείβοντες, καὶ ἐν γῇ τραχείᾳ καὶ ἀκάρπῳ καταυλιζόμενοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.