γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξηρημένης ἔργον μὲν ἔσονται ῥομφαίας 3 αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλημένα
πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι’ ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντιτάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.