τινὰ πονηροῦ σπέρματος καταβολὴν εἰς νοῦν ἐδέχετο κατακεχωσμένην, ὥσπερ καὶ ἐγκεκρυμμένην τὴν ἁμαρτίαν. ἀλλ’ ἥξει φησὶ καὶ ὁ τῶν ὡδίνων καιρός. οὗτος δ’ ἃν νοοῖτο πάλιν, ὅ τε τοῦ πολέμου καὶ τῆς αἰχμαλωσίας. εἰ γὰρ καὶ μὴ αὐτῷ συνέβη τῷ Ἐφραῒλ, ἀλλ’ οὖν τοῖς ἐξ αὐτοῦ γε· γονόσιν, ἤγουν τοῖς τῆς ἀρχῆς διαδόχοις, ἐπῆλθον κατὰ καιροὺς, ὅτι τῆς ἐκείνου δυσσεβείας γεγόνασι μιμηταί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.