μόνον δὲ οὐχὶ καὶ τῶν τῆς βασιλείας θώκων ἐξωθούμενος, τό 1 γε ἧκον εἰς τὸ σοὶ δοκοῦν, τεθύμωμαι λίαν. πλὴν ἀνέδειξα, καίτοι τὸ χρῆμά φησιν οὐκ ἀναγκαῖον εἰδὼς εἰς ὄνησιν, ἀλλ’ ἵνα σε τῶν πραγμάτων ἡ πεῖρα πληροφορήσῃ καλῶς, ὅτι σκαιὰ καὶ ἄχρηστα κἀν τούτῳ βεβούλευσαι. ποῦ γὰρ
νῦν ἐστιν, ἢ ποία λοιπὸν ἐξ αὐτοῦ γένοιτ’ ἂν τοῖς πουλεμουμένοις ἡ ὄνησις ; ἀλλ’ εἶπερ ἦσθα πάλιν ὑπὸ τὴν ἐμὴν φειδῶ τε καὶ χεῖρα, πάντως ἂν ὤφθης ἐν ἀμείνοσι τῶν ἐχθρῶν. οὐκοῦν “Ματαία σωτηρία ἀνθρώπου κατὰ τὸ γε- 2 γραμμένον, καὶ “ ψευδὴς ἵππος εἰς σωτηρίαν,” ἡ ἐπ’ ἄρχουσιν 3 4 ἐλπίς· ἐκρύεται δὲ καὶ μάλα ῥᾳδίως οὓς ἃν ἕλοιτο Θεὸς, καὶ οὓς ἃν καταθεάσαιτο τὴν ἐπ’ αὐτῷ τιμῶντας ἐλπίδα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.