Θεοῦ καὶ Πατρὸς ὁ Υιός, εἴπερ ἐν αὐτῷ γινώσκεται· καὶ 4 “ὁ ἑωρακὼς αὐτὸν, ἑώρακε τὸν Πατέρα.” οὕτως αὐτὸν ὀνομάζει καὶ ὁ θεσπέσιος μελῳδὸς, πρὸς τὸν τῶν ὅλων Θεὸν 5 ἀνακεκραγώς τε καὶ λέγων “Τὸ πρόσωπόν σου ἐπίφανον “ἐπὶ τὸν δοῦλόν σου·” καὶ μὴν καὶ ὡς ἐκ προσώπου τῶν
πεπιστευκότων καὶ μεμορφωμένων ἤδη πρὸς τὸν Υιὸν διὰ 6 Πνεύματος, “Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου 7 “σου, Κύριε·” ὡς γάρ φησιν ὁ προφήτης, “Φῶς προσώπου 8 “ἡμῶν, Χριστὸς Κύριος.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.