ἀληθῶς τῆς εἰδωλολατρείας τὸ χρῆμα, βδελυράν τε καὶ κάκοσμον, καὶ κατηχθημένην παρὰ Θεῷ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀποτελοῦν. συμβουλεύει δὴ οὖν ὡς φιλοικτίρμων καὶ ἀγαθὸς, μετατίθεσθαι πρὸς τὸ ἄμεινον, καὶ ἀποσκευάζεσθαι τὴν ὀργὴν, καὶ τὰς τῶν συμβησομένων αἰτίας περιστεῖλαι
λοιπὸν, καὶ ταῖς μεταγνώσεσιν ἀνακόψαι τὰ κἂν γοῦν ὀψὲ διεκνήψαντας. ἐπ’ αὐτῷ γὰρ δὴ δηλονότι τῷ 2 μόσχῳ παρωξύνθαι φησὶ, δεικνὺς ὅτι παρίησι μὲν ἔσθ’ ὅτε φιλάνθρωπος ὢν τὰ ἐξ ἀσθενείας τῆς ἀνθρωπίνης πταίσματα, κολάζει δὲ πάντως τὴν ἀποστροφὴν, δύσοιστόν τε
ποιεῖται τὴν τῶν ὑβριζόντων ἀπόνευσιν, εἴς γε τὸ χρῆναί φημι τοῖς δαιμονίοις προσκυνεῖν. μέχρι γὰρ τίνος ἐν ἀκαθαρσίᾳ γεγονότες ἀμεταποίητοι μενεῖτε ; ποῖος ὑμῖν ἀρκέσει καιρὸς εἰς τὴν τῆς εὐηθείας ἀπόθεσιν ; ὃ γὰρ εἰργάσατο 3 τέκτων, Θεὸν εἶναι πιστεύετε· καὶ τὸ ὠφελοῦν οὐδὲν, ἀποκομίζον
δὲ μᾶλλον εἰς ὄλεθρον καὶ ἀπώλειαν, σεπτὸν ἡγεῖσθε καὶ ἀξιόληπτον· πλανᾶ γὰρ ὁ μάσχος, καὶ ἕτερον οὐδέν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.