καταίροντες τέλος, κεκράξονται καὶ ἐπικαλέσονται μόλις, δειναῖς τε καὶ ἀνηκέστοις ἐνολισθήσαντες συμφοραῖς. σύμβουλον δὲ ὥσπερ τὴν αὐτῶν τῶν δεινῶν δεξάμενοι πεῖραν, κατηγορήσουσι τότε τῆς ἑαυτῶν εὐηθείας, ἐκεῖνό που λέγοντες Ισραὴλ φ ἀπεστρέψατο ἀγαθά. ἐξὸν γὰρ ἔχειν αὐτὰ, καὶ τοῦτο 3
πλουσίως, ἐρηρεισμένους μετὰ Θεοῦ, καὶ τὰ αὐτῶ δοκοῦντα διαπεραίνειν εὖ μάλα διεσπουδακότας, ὦρόν κατεδίωξαν, τουτέστι, μονονουχὶ καὶ ἑκόντες αὐτοὶ δεδραμήκασι πρὸς ἐχθροὺς, καὶ ὑπὸ χεῖρα γεγόνασι τῶν μεμισηκότων, τὸν ἀεὶ σώζοντα Θεὸν, καὶ ἀμείνους τιθέντα τῶν ἀνθεστηκότων, ταῖς
ἀποστασίαις λελυπηκότες. πάνσοφον οὖν ἄρα καὶ ὀνησιφόρον ἀληθῶς, τὸ μὴ τὴν τῶν δεινῶν ἐκδέχεσθαι πεῖραν· παραιτεῖσθαι δὲ μᾶλλον ἀποῦσαν ἔτι, καὶ πρὸ αὐτῆς ἐπείγεσθαι καταθρεῖν τὸ σύμφερον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.