1 μένων τὰ ἐξ ὀργῆς, καταλήψεται δὲ, καὶ μάλα γοργῶς, καὶ τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφᾶν εἰωθότας. πεσουνται γὰρ ἐν ῥομφαίαι, καὶ πρόφασις ἔσται τοῦ παθεῖν αὐτοὺς, τῆς γλώσσης τὸ ἀσελγές. ἀπαιδευσία γὰρ ἀληθῶς τὸ “τῷ ξύλῳ 2
“ λέγειν Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με. Ἁρμόσειε δ’ ἃν εὖ μάλα καὶ τὰ τοιάδε λέγειν τῷ Eμμανουὴλ, 3 καθ’ οὗ τὴν ἀπαίδευτον κεκινήκασι γλῶσσαν οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, καίτοι παιδεύοντός τε καὶ κατισχύοντος, δῆλον δὲ ὅτι πνευματικῶς· ὧν οὐδὲν ὑπολογισάμενοι,
καὶ ἀπεστράφησαν εἰς οὐδέν. ἐτράποντο γὰρ εἰς “ διδασκαλίας, ἐντάλματα ἀνθρώπων.’’ καὶ γεγόνασιν 4 ὡς τόξον ἀντεστραμμένον, βάλλοντες ἀνοσίως ’τον ἑαυτῶν Δεσπότην, οὗ μᾶλλον ἐχρῆν ὑπεραθλῆσαι γενικῶς, καὶ νικᾶν ἐπείγεσθαι τοὺς ἀντιτεταγμένους, καθὰ καὶ οἱ τῶν πιστευσάντων 5 σάντων γνήσιοι μαθηταί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.