1 δὲ τοῦτο μὲν οὐ δεδράκασι, ῥᾴθυμοι δὲ γεγονότες λίαν περὶ τὸ σφίσιν αὐτοῖς ἀναγκαῖον εἰς ζωὴν καὶ χρήσιμον εἰς εὐ ημερίαν, ἐν οὐδενὶ μὲν πεποίηντο λόγῳ τὸ προσκρούειν Θεῷ· συνυπεκρίνοντο δὲ τοῖς ἑαυτῶν βασιλεῦσι, καὶ τοῖς ἡγουμένοις, τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων συνδρομῇ κατευφραίνοντες,
καὶ τὰ λυποῦντα Θεὸν εἰς ἡδονήν τε καὶ τέρψιν τοῖς πλανῶσι δωροῦ μένοι. αἰτιᾶται δὲ πάλιν, ὡς τῷ Ἰεροβοὰμ καὶ τοῖς ὑπ’ αὐτὸν ἄρχουσι συνδεδραμηκότας, καὶ 2 ἀμελλητὶ κατανεύσαντας τὴν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπινοοῦντι βεβήλωσιν, καὶ πρὸς ἑτέραν λατρείαν ἀνοσίως
αὐτοὺς ἀποκομίζειν ἐθέλοντι. ἔδει γὰρ ἔδει τοῖς ἐκείνων σκέμμασι καὶ ἐκτόποις ἄγαν ἐπιχειρήμασιν ἀντεξάγειν γενικῶς τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον, καὶ πειρᾶσθαι κωλύειν ἀφραίνοντας, οὐχ ἑτοίμως ἰόντας εἰς συναίνεσιν κατευφραίνειν αὐτοὺς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.