2 ἀλλ’ οὐ μέχρι τούτου τῶν Γαλααδιτῶν τὰ ἐγκλήματα. πρὸς 3 γὰρ τῷ κρύψαι τὴν ὁδὸν Κυρίου καὶ ἀπεκτόνασι Σίκιμα, χερσὶν ὑποφέροντες λῃστρικαῖς. διὰ γὰρ τοῦτο καὶ ἔφασκε πρὸς τὴν Γαλαὰδ “Καὶ ἡ ἰσχύς σου ὡς ἀνδρὸς πειρατοῦ. 4
ὅρα δὲ ὅπως εἰς ἀνάμνησιν τῆς ἀρχαίας ἡμᾶς ἱστορίας ἀποφέρει Θεὸς, καὶ παλαιῶν ἐγκλημάτων διαμέμνηται τοῦ Λευΐ. ἔστι δὲ ὅ φημι τοιοῦτόν τι πάλιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.