τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου Δαυείδ “Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ 2 “πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ “ἐλπίζειν ἐπ’ ἄρχοντας·” διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερεμίου
“Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ 3 “ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ “Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριό- “μυρίκη ἡ ἐν τῆ ἐρήμῳ, ἢ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. 4 “καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, 5
“καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- “νοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ “μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ “στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, “καὶ οὐ διαλείψει ποιοῦν καρπόν. ἄμεινον οὖν ἄρα προσοικειοῦσθαι
Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· “Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου 6 “ἐξεζήτησα.“
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.