πάλιν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καὶ ὡς πρὸς κριοὺς καὶ 1 τῆς ἀγέλης καθηγητὰς, προσεφώνει λέγων, “Καὶ ὑμεῖς “πρόβατα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ διακρινῶ 2 “προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων. καὶ οὐχ “ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατά-
“λοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ “καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν “ἐταράσσετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν “ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν “ὑμῶν ἔπινον.” νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευΐ,
καὶ καλλίστην ὥσπερ νομὴν, λεπτόν τε καὶ διειδὲς ἔχοντες 3 ὕδωρ, τὴν διὰ Μωυσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ἰλυώδη καὶ γεώδους ἀκαθαρσίας ἔμπλεων παρατιθέντες διδασκαλίαν, τοῖς
ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. ἐγκαλοῦνται τοίνυν οἱ τῆς Γαλαὰδ πολῖται καὶ οἰκήτορες, ὡς ταράττοντες ὕδωρ, ἐλέγχονται δὲ καὶ ὡς ἰσχὺν ἔχοντες ἀνδρὸς πειρατοῦ. πῶς δ’ ἃν καὶ τοῦτο ἡμᾶς συνιέναι πρέποι, σαφὲς καταστήσομεν, τὰ ἐφεξῆς ἑρμηνεύοντες.
4
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.