ἐπ’ ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ’ οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ’ ἢν ἂν ἡ συντέλεια κατὰ 2 πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς,
ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ 3 βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβριας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολεμοῦ συμφορά.
καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, 4 ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ’ ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις 5 ἐνεργάζεται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.