καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ’ εὐφροσυνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν 1 ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν
συμποδιζόντων αὐτοῖς τὸν τρύγητόν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἔπι τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.